Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.195 Joseph. AJ 10.199 (English) >>Joseph. AJ 10.203

10.198δεηθεὶς δὲ παρʼ αὐτοῦ τὴν αἰτίαν μαθεῖν, διʼ ἣν βασιλεὺς πάντας εἴη προστεταχὼς ἀναιρεθῆναι τοὺς σοφοὺς καὶ Χαλδαίους καὶ μάγους, καὶ μαθὼν τὸ περὶ τὸ ἐνύπνιον καὶ ὅτι κελευσθέντες ὑπὸ τοῦ βασιλέως τοῦτʼ αὐτῷ δηλοῦν ἐπιλελησμένῳ φήσαντες μὴ δύνασθαι παρώξυναν αὐτόν, παρεκάλεσε τὸν Ἀριόχην εἰσελθόντα πρὸς τὸν βασιλέα μίαν αἰτήσασθαι νύκτα τοῖς μάγοις καὶ ταύτῃ τὴν ἀναίρεσιν ἐπισχεῖν· ἐλπίζειν γὰρ διʼ αὐτῆς δεηθεὶς τοῦ θεοῦ γνώσεσθαι τὸ ἐνύπνιον. 10.199 δὲ Ἀριόχης ταῦτʼ ἀπήγγειλε τῷ βασιλεῖ Δανίηλον ἀξιοῦν. καὶ μὲν κελεύει τὴν ἀναίρεσιν ἐπισχεῖν τῶν μάγων ἕως γνῷ τὴν ὑπόσχεσιν τὴν Δανιήλου· δὲ παῖς μετὰ τῶν συγγενῶν ὑποχωρήσας πρὸς ἑαυτὸν διʼ ὅλης ἱκετεύει τὸν θεὸν τῆς νυκτὸς γνωρίσαι καὶ τοὺς μάγους καὶ τοὺς Χαλδαίους, οἷς δεῖ καὶ αὐτοὺς συναπολέσθαι, ῥύσασθαι δὲ τῆς τοῦ βασιλέως ὀργῆς ἐμφανίσαντα τὴν ὄψιν αὐτῷ καὶ ποιήσαντα δήλην, ἧς βασιλεὺς ἐπελέληστο διὰ τῆς παρελθούσης νυκτὸς ἰδὼν κατὰ τοὺς ὕπνους. 10.200 δὲ θεὸς ἅμα τούς τε κινδυνεύοντας ἐλεήσας καὶ τὸν Δανίηλον τῆς σοφίας ἀγασάμενος τό τε ὄναρ αὐτῷ γνώριμον ἐποίησε καὶ τὴν κρίσιν, ὡς ἂν καὶ τὸ σημαινόμενον βασιλεὺς παρʼ αὐτοῦ μάθοι. 10.201Δανίηλος δὲ γνοὺς παρὰ τοῦ θεοῦ ταῦτα περιχαρὴς ἀνίσταται καὶ τοῖς ἀδελφοῖς δηλώσας τοὺς μὲν ἀπεγνωκότας ἤδη τοῦ ζῆν καὶ πρὸς τῷ τεθνάναι τὴν διάνοιαν ἔχοντας εἰς εὐθυμίαν καὶ τὰς περὶ τοῦ βίου διήγειρεν ἐλπίδας,


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.195 Joseph. AJ 10.199 (English) >>Joseph. AJ 10.203

Powered by PhiloLogic